Προσευχητάρι
Εὐχαριστία μετὰ τὴν θείαν Μετάληψιν
Στίχοι εἰς τὴν εὐχαριστίαν προτρεπτικοί·
Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα, καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε·
Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός!
Καὶ εὐθὺς τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς·
Ἀνωνύμου συγγραφέως·
Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διαπαντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μεγάλου Βασιλείου.
Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαὶ μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συμεὼν τοῦ Μεταφραστοῦ.
Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως, ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους, μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου· μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν· φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων· ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας· τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω. Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου. Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους· πρὸς τοῖς δε, σὴν ἄχραντον ἁγνὴν Μητέρα· ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν. Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης· καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.
Ἀνωνύμου.
Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου, ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἀνωνύμου.
Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
Παναγία Δέσποινα Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισὸν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. ∆έσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἁγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Εἰ μὲν ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου, λέγε τὰ ἑξῆς:
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.
Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Εἰ δὲ ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὰ ἑξῆς:
Ἀπολυτίκιον. Ἦχος α´.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· Βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμεροv.
Ὦφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε.
Εἰ δὲ ἐτελέσθη ἡ θεία Λειτουργία τῶν προηγιασμένων, λέγε τὰ ἑξῆς:
Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Στόμα γρήγορον, καταπλουτήσας, νομεὺς ἄριστος τοῦ θείου λόγου, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῶν ἀρετῶν γὰρ ἐκφάντωρ γενόμενος, δικαιοσύνης ἐκφαίνεις τὴν ἔλλαμψιν, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας τὴν κιθάραν τὴν θεόπνευστον καὶ τῆς σοφίας γλῶσσαν ὄντως τὴν θεόληπτον, τὸν Διάλογον ὑμνήσωμεν ἐπαξίως· Ἀποστόλων γὰρ τὸν ζῆλον μιμησάμενος, χαρακτὴρ αὐτῶν καὶ τύπος ἀναδέδεικται, τούτῳ λέγοντες, χαίροις Πάτερ Γρηγόριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος α΄
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.